Τρίτη, 22 Απριλίου 2008

Η ΝΗΣΤΈΙΑ ΚΑΙ ΟΙ ΓΙΟΡΤΈΣ ΚΑΤΑ ΤΟΝ ΑΠΌΣΤΟΛΟ ΠΑΥΛΟ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ κεφ 14(1-23)

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Τον δε ασθενουντα τη πίστει προσλαμβάνεσθε, μη εις διακρίσεις διαλογισμων.
2 Ος μεν πιστεύει φαγειν πάντα, ο δε ασθενων λάχανα εσθίει.
3 Ο εσθίων τον μη εσθίοντα μη εξουθενείτω, ο δε μη εσθίων τον εσθίοντα μη κρινέτω, ο θεος γαρ αυτον προσελάβετο.
4 Συ τίς ει ο κρίνων αλλότριον οικέτην; τω ιδίω κυρίω στήκει η πίπτει. σταθήσεται δέ, δυνατει γαρ ο κύριος στησαι αυτόν.
5 Ος μεν γαρ κρίνει ημέραν παρ' ημέραν, ος δε κρίνει πασαν ημέραν. εκαστος εν τω ιδίω νοϊ πληροφορείσθω.
6 Ο φρονων την ημέραν κυρίω φρονει. και ο εσθίων κυρίω εσθίει, ευχαριστει γαρ τω θεω. και ο μη εσθίων κυρίω ουκ εσθίει, και ευχαριστει τω θεω.
7 Ουδεις γαρ ημων εαυτω ζη, και ουδεις εαυτω αποθνήσκει.
8 Εάν τε γαρ ζωμεν, τω κυρίω ζωμεν, εάν τε αποθνήσκωμεν, τω κυρίω αποθνήσκομεν. εάν τε ουν ζωμεν εάν τε αποθνήσκωμεν, του κυρίου εσμέν.
9 Εις τουτο γαρ Χριστος απέθανεν και εζησεν ινα και νεκρων και ζώντων κυριεύση. 10 Συ δε τί κρίνεις τον αδελφόν σου; η και συ τί εξουθενεις τον αδελφόν σου; πάντες γαρ παραστησόμεθα τω βήματι του θεου.
11 Γέγραπται γάρ, Ζω εγώ, λέγει κύριος, οτι εμοι κάμψει παν γόνυ, και πασα γλωσσα εξομολογήσεται τω θεω.
12 Αρα ουν εκαστος ημων περι εαυτου λόγον δώσει τω θεω.
13 Μηκέτι ουν αλλήλους κρίνωμεν. αλλα τουτο κρίνατε μαλλον, το μη τιθέναι πρόσκομμα τω αδελφω η σκάνδαλον.
14 Οιδα και πέπεισμαι εν κυρίω Ιησου οτι ουδεν κοινον δι' εαυτου. ει μη τω λογιζομένω τι κοινον ειναι, εκείνω κοινόν.
15 Ει γαρ δια βρωμα ο αδελφός σου λυπειται, ουκέτι κατα αγάπην περιπατεις. μη τω βρώματί σου εκεινον απόλλυε υπερ ου Χριστος απέθανεν.
16 Μη βλασφημείσθω ουν υμων το αγαθόν.
17 Ου γάρ εστιν η βασιλεία του θεου βρωσις και πόσις, αλλα δικαιοσύνη και ειρήνη και χαρα εν πνεύματι αγίω.
18 Ο γαρ εν τούτω δουλεύων τω Χριστω ευάρεστος τω θεω και δόκιμος τοις ανθρώποις.
19 Αρα ουν τα της ειρήνης διώκωμεν και τα της οικοδομης της εις αλλήλους.
20 Μη ενεκεν βρώματος κατάλυε το εργον του θεου. πάντα μεν καθαρά, αλλα κακον τω ανθρώπω τω δια προσκόμματος εσθίοντι.
21 Καλον το μη φαγειν κρέα μηδε πιειν οινον μηδε εν ω ο αδελφός σου προσκόπτει. 22 Συ πίστιν ην εχεις κατα σεαυτον εχε ενώπιον του θεου. μακάριος ο μη κρίνων εαυτον εν ω δοκιμάζει.
23 Ο δε διακρινόμενος εαν φάγη κατακέκριται, οτι ουκ εκ πίστεως. παν δε ο ουκ εκ πίστεως αμαρτία εστίν.