Πέμπτη, 24 Απριλίου 2008

Α΄ ΚΟΡΙΝΘΙΟΥΣ) 7 ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

1 Περι δε ων εγράψατε, καλον ανθρώπω γυναικος μη απτεσθαι.
2 Δια δε τας πορνείας εκαστος την εαυτου γυναικα εχέτω, και εκάστη τον ιδιον ανδρα εχέτω.
3 τη γυναικι ο ανηρ την οφειλην αποδιδότω, ομοίως δε και η γυνη τω ανδρί.
4 Η γυνη του ιδίου σώματος ουκ εξουσιάζει αλλα ο ανήρ. ομοίως δε και ο ανηρ του ιδίου σώματος ουκ εξουσιάζει αλλα η γυνή.
5 Μη αποστερειτε αλλήλους, ει μήτι αν εκ συμφώνου προς καιρον ινα σχολάσητε τη προσευχη και πάλιν επι το αυτο ητε, ινα μη πειράζη υμας ο Σατανας δια την ακρασίαν υμων.
6 τουτο δε λέγω κατα συγγνώμην, ου κατ' επιταγήν.
7 θέλω δε πάντας ανθρώπους ειναι ως και εμαυτόν. αλλα εκαστος ιδιον εχει χάρισμα εκ θεου, ο μεν ουτως, ο δε ουτως.
8 Λέγω δε τοις αγάμοις και ταις χήραις, καλον αυτοις εαν μείνωσιν ως καγώ.
9 Ει δε ουκ εγκρατεύονται γαμησάτωσαν, κρειττον γάρ εστιν γαμησαι η πυρουσθαι.
10 τοις δε γεγαμηκόσιν παραγγέλλω, ουκ εγω αλλα ο κύριος, γυναικα απο ανδρος μη χωρισθηναι
11 Εαν δε και χωρισθη, μενέτω αγαμος η τω ανδρι καταλλαγήτω,ω και ανδρα γυναικα μη αφιέναι.
12 Τοις δε λοιποις λέγω εγώ, ουχ ο κύριος. ει τις αδελφος γυναικα εχει απιστον, και αυτη συνευδοκει οικειν μετ' αυτου, μη αφιέτω αυτήν.
13 Και γυνη ει τις εχει ανδρα απιστον, και ουτος συνευδοκει οικειν μετ' αυτης, μη αφιέτω τον ανδρα.
14 Ηγίασται γαρ ο ανηρ ο απιστος εν τη γυναικί, και ηγίασται η γυνη η απιστος εν τω αδελφω. επει αρα τα τέκνα υμων ακάθαρτά εστιν, νυν δε αγιά εστιν.
15 Ει δε ο απιστος χωρίζεται, χωριζέσθω. ου δεδούλωται ο αδελφος η η αδελφη εν τοις τοιούτοις. εν δε ειρήνη κέκληκεν υμας ο θεός.
16 Τί γαρ οιδας, γύναι, ει τον ανδρα σώσεις; η τί οιδας, ανερ, ει την γυναικα σώσεις;